Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.43 Dem. 19.46 (English) >>Dem. 19.50

19.45ἀλλὰ τοῦτονἐκ τούτων οὖν τεκμαιρόμενος, ἀναστὰς καὶ παρελθὼν ἐπειρώμην μὲν ἀντιλέγειν, ὡς δʼ ἀκούειν οὐκ ἠθέλετε, ἡσυχίαν ἔσχον, τοσοῦτο μόνον διαμαρτυράμενος (καὶ πρὸς Διὸς καὶ θεῶν ἀναμιμνῄσκεσθε) ὅτι ταῦτʼ οὔτʼ οἶδʼ οὔτε κοινωνῶ, προσέθηκα δʼ ὡς οὐδὲ προσδοκῶ. τραχέως δʼ ὑμῶν τῷ μηδὲ προσδοκᾶν σχόντων, “καὶ ὅπως γʼ, ἄνδρες Ἀθηναῖοι,” ἔφην, “ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε καὶ τιμήσετε καὶ στεφανώσετε, ἐμὲ δὲ μή· καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε· ἐγὼ δʼ ἀφίσταμαι.” 19.46μὴ νῦν,” ὑπολαβὼν Αἰσχίνης οὑτοσί, “μὴ νῦν ἀφίστασο,” ἔφη, “ἀλλʼ ὅπως τότε μὴ προσποιήσει.” “νὴ Δίʼ, ἀδικήσω γʼ,” ἔφην. ἐπαναστὰς δʼ Φιλοκράτης μάλʼ ὑβριστικῶςοὐδὲν,” ἔφη, “θαυμαστόν, ἄνδρες Ἀθηναῖοι, μὴ ταὔτʼ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν· οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δʼ οἶνον πίνω.” καὶ ὑμεῖς ἐγελᾶτε.

19.47σκέψασθε δὴ τὸ ψήφισμα, δίδωσι γράψας μετὰ ταῦθʼ Φιλοκράτης· ἀκοῦσαι μὲν γὰρ οὑτωσὶ παγκάλως ἔχει· ἐπειδὰν δὲ τοὺς καιροὺς συλλογίσηταί τις ἐφʼ ὧν ἐγράφη, καὶ τὰς ὑποσχέσεις ἃς οὗτος ὑπισχνεῖτο τότε, οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες Φιλίππῳ καὶ Θηβαίοις Φωκέας, μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες. Λέγε τὸ ψήφισμα.Ψήφισμα



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.43 Dem. 19.46 (English) >>Dem. 19.50

Powered by PhiloLogic